Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.21 Dem. 8.25 (English) >>Dem. 8.28

8.23ὑμεῖς μὲν τοίνυν εἰώθαθʼ ἑκάστοτε τὸν παριόντʼ ἐρωτᾶν, τί οὖν χρὴ ποιεῖν; ἐγὼ δʼ ὑμᾶς ἐρωτῆσαι βούλομαι, τί οὖν χρὴ λέγειν; εἰ γὰρ μήτʼ εἰσοίσετε, μήτʼ αὐτοὶ στρατεύσεσθε, μήτε τῶν κοινῶν ἀφέξεσθε, μήτε τὰς συντάξεις δώσετε, μήθʼ ὅσʼ ἂν αὐτὸς αὑτῷ πορίσηται ἐάσετε, μήτε τὰ ὑμέτερʼ αὐτῶν πράττειν ἐθελήσετε, οὐκ ἔχω τί λέγω. οἱ γὰρ ἤδη τοσαύτην ἐξουσίαν τοῖς αἰτιᾶσθαι καὶ διαβάλλειν βουλομένοις διδόντες, ὥστε καὶ περὶ ὧν φασι μέλλειν αὐτὸν ποιεῖν, καὶ περὶ τούτων προκατηγορούντων ἀκροᾶσθαι, —τί ἄν τις λέγοι;

8.24 τι τοίνυν δύναται ταῦτα ποιεῖν, ἐνίους μαθεῖν ὑμῶν δεῖ. λέξω δὲ μετὰ παρρησίας· καὶ γὰρ οὐδʼ ἂν ἄλλως δυναίμην. πάντες ὅσοι πώποτʼ ἐκπεπλεύκασι παρʼ ὑμῶν στρατηγοί ( ʼγὼ πάσχειν ὁτιοῦν τιμῶμαι) καὶ παρὰ Χίων καὶ παρʼ Ἐρυθραίων καὶ παρʼ ὧν ἂν ἕκαστοι δύνωνται, τούτων τῶν τὴν Ἀσίαν οἰκούντων λέγω, χρήματα λαμβάνουσιν. 8.25λαμβάνουσι δʼ οἱ μὲν ἔχοντες μίαν δύο ναῦς ἐλάττονα, οἱ δὲ μείζω δύναμιν πλείονα. καὶ διδόασιν οἱ διδόντες οὔτε τὰ μικρὰ οὔτε τὰ πολλὰ ἀντʼ οὐδενός (οὐ γὰρ οὕτω μαίνονται), ἀλλʼ ὠνούμενοι μὴ ἀδικεῖσθαι τοὺς παρʼ αὑτῶν ἐκπλέοντας ἐμπόρους, μὴ συλᾶσθαι, παραπέμπεσθαι τὰ πλοῖα τὰ αὑτῶν, τὰ τοιαῦτα· φασὶ δʼ εὐνοίας διδόναι, καὶ τοῦτο τοὔνομʼ ἔχει τὰ λήμματα ταῦτα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.21 Dem. 8.25 (English) >>Dem. 8.28

Powered by PhiloLogic